Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.38 Dem. 25.41 (English) >>Dem. 25.44

25.40τί οὖν οὗτός ἐστι; κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, δέ φησι φυλάττειν πρόβατʼ αὐτὸς κατεσθίειν. τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω; τίνα δʼ, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα; οὐδʼ ἕνα· ἀλλʼ ἰδιώτας πολλούς. ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστʼ οὐκ ἂν φθάνοι κατακοπτόμενος. 25.41οὐδέν, ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλʼ οὗτος πρᾶγμʼ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθʼ ἕνʼ ὑμῶν παρʼ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας (οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι), ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δʼ οἱ πεπληγμένοι. 25.42ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δʼ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. ἀλλʼ ὧν ἔργῳ πεῖραν εἰλήφατʼ, ἄνδρες Ἀθηναῖοι, μηδέποτʼ ἐκ λόγου ταῦτα σκοπεῖσθε. οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντʼ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ. τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν; τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου; τί δέ, ἀφʼ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφʼ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.38 Dem. 25.41 (English) >>Dem. 25.44

Powered by PhiloLogic